Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 46.1 Dem. 46.3 (English) >>Dem. 46.6

46.1ὅτι μὲν οὐκ ἀπορήσειν ἔμελλε Στέφανος οὑτοσὶ τι ἀπολογήσεται περὶ τῆς μαρτυρίας, παράγων τῷ λόγῳ ὡς οὐ πάντα μεμαρτύρηκε τὰ ἐν τῷ γραμματείῳ γεγραμμένα, καὶ ἐξαπατῶν ὑμᾶς, καὶ αὐτὸς σχεδόν τι ὑπενόουν, ἄνδρες δικασταί. πανοῦργός τε γάρ ἐστιν, καὶ οἱ γράφοντες καὶ οἱ συμβουλεύοντες ὑπὲρ Φορμίωνος πολλοί· ἅμα τʼ εἰκός ἐστι τοὺς ἐγχειροῦντας τὰ ψευδῆ μαρτυρεῖν καὶ τὴν ἀπολογίαν εὐθέως ὑπὲρ αὐτῶν μελετᾶν. 46.2ὅτι δʼ ἐν τοσούτῳ λόγῳ οὐδαμοῦ μάρτυρας παρέσχετο ὑμῖν, ὡς διατιθεμένῳ τῷ πατρὶ τῷ ἐμῷ παρεγένετό που αὐτὸς ταύτην τὴν διαθήκην, ὥστʼ εἰδέναι ταῦτα ὅτι ἀντίγραφά ἐστιν ὧν πατήρ μου διέθετο, ἀνοιχθὲν εἶδε τὸ γραμματεῖον φασι διαθέμενον ἐκεῖνον καταλιπεῖν, ταῦτα συμμέμνησθέ μοι. 46.3ἀλλὰ μὴν ὁπότε μεμαρτύρηκεν ἀντίγραφα εἶναι τῶν διαθηκῶν τῶν Πασίωνος τὰ ἐν τῷ γραμματείῳ γεγραμμένα, τὰς δὲ διαθήκας μὴ ἔχει ἐπιδεῖξαι μήθʼ ὡς πατὴρ διέθετο ἡμῶν μήθʼ ὡς αὐτὸς εἶδεν παραγενόμενος αὐτὰς διατιθεμένου τοῦ πατρός, πῶς οὐ περιφανῶς οὗτος ἐξελέγχεται τὰ ψευδῆ μεμαρτυρηκώς;

46.4εἰ τοίνυν πρόκλησίν φησιν εἶναι καὶ μὴ μαρτυρίαν, οὐκ ἀληθῆ λέγει. ἅπαντα γὰρ ὅσα παρέχονται εἰς τὸ δικαστήριον προκαλούμενοι ἀλλήλους οἱ ἀντίδικοι, διὰ μαρτυρίας παρέχονται. οὐ γὰρ ἂν εἰδείηθʼ ὑμεῖς εἴτʼ ἐστὶν ἀληθῆ εἴτε ψευδῆ φασιν ἑκάτεροι, εἰ μή τις καὶ τοὺς μάρτυρας παρέχοιτο. ὅταν δὲ παράσχηται, τούτοις πιστεύοντες ὑποδίκοις οὖσιν ψηφίζεσθε ἐκ τῶν λεγομένων καὶ μαρτυρουμένων ἂν ὑμῖν δοκῇ δίκαια εἶναι.



Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 46.1 Dem. 46.3 (English) >>Dem. 46.6

Powered by PhiloLogic